Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ᾗ πορευτέον ἦν, ἐκχεόμενον, συνῆκεν
ὅτι τῶν Πάρθων ἔργον εἴη τοῦτο δυσκολίας
ἕνεκα καὶ διατριβῆς ἐμποδὼν αὐτοῖς τὸν ποταμὸν
τιθεμένων, καὶ τὸν Ἀντώνιον ὁρᾶν ἐκέλευε καὶ
προσέχειν, ὡς τῶν πολεμίων ἐγγὺς ὄντων. ἄρτι
δὲ αὐτοῦ καθιστάντος εἰς τάξιν τὰ ὅπλα καὶ δἰ
αὐτῶν τοῖς ἀκοντισταῖς καὶ σφενδονήταις ἐκδρομὴν
ἐπὶ τοὺς πολεμίους παρασκευάζοντος, ἐπεφάνησαν
οἱ Πάρθοι καὶ περιήλαυνον ὡς κυκλωσόμενοι
καὶ συνταράξοντες πανταχόθεν τὸν στρατόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.