Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἦν
δέ που καὶ τὸ ἐρωτικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ
καὶ τούτῳ πολλοὺς ἐδημαγώγει, συμπράττων τε
τοῖς ἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰς τοὺς
ἰδίους ἔρωτας.
ἡ δ᾽ ἐλευθεριότης καὶ τὸ μηδὲν ὀλίγῃ χειρὶ
μηδὲ φειδομένῃ χαρίζεσθαι στρατιώταις καὶ
φίλοις ἀρχήν τε λαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ
παρέσχε, καὶ μεγάλου γενομένου τὴν δύναμιν
ἐπὶ πλεῖον ἐπῆρεν, ἐκ μυρίων ἄλλων ἁμαρτημάτων
ἀνατρεπομένην. ἓν δέ τι τοῦ μεγαλοδώρου
παράδειγμα διηγήσομαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.