Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοσαύτην μέντοι παρασκευὴν καὶ δύναμιν, ἣ
καὶ τοὺς πέραν Βάκτρων Ἰνδοὺς ἐφόβησε καὶ
πᾶσαν ἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰ
Κλεοπάτραν γενέσθαι λέγουσι. σπεύδοντα γὰρ
ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμον ἐξενεγκεῖν
πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαι τεταραγμένως,
οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν, ἀλλ᾽ ὡς ὑπὸ1
φαρμάκων τινῶν ἢ γοητείας παπταίνοντα πρὸς
ἐκείνην ἀεί, καὶ πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον
ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.