Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τέλος δ᾽ οὖν οὕτω τὸν ἄνθρωπον
ἐξέτηξαν καὶ ἀπεθήλυναν, ὥστε δείσαντα μὴ
Κλεοπάτρα πρόηται τὸν βίον, εἰς Ἀλεξάνδρειαν
ἐπανελθεῖν, τὸν δὲ Μῆδον εἰς ὥραν ἔτους ἀναβαλέσθαι,
καίπερ ἐν στάσει τῶν Παρθικῶν εἶναι
λεγομένων. οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναβὰς
αὖθις εἰς φιλίαν προσηγάγετο, καὶ λαβὼν ἑνὶ
τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ
τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν ἐγγυήσας
ἐπανῆλθεν, ἤδη πρὸς τὸν ἐμφύλιον πόλεμον
τετραμμένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.