Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Καῖσαρ δὲ λύσας τὴν δέλτον, ὡς ἐνέτυχε λιταῖς
καὶ ὀλοφυρμοῖς δεομένης αὐτὴν σὺν Ἀντωνίῳ
θάψαι, ταχὺ συνῆκε τὸ πεπραγμένον. καὶ πρῶτον
μὲν αὐτὸς ὥρμησε βοηθεῖν, ἔπειτα τοὺς σκεψομένους
κατὰ τάχος ἔπεμψεν. ἐγεγόνει δ᾽ ὀξὺ τὸ
πάθος. δρόμῳ γὰρ ἐλθόντες καὶ τοὺς μὲν φυλάττοντας
οὐδὲν ᾐσθημένους καταλαβόντες, τὰς δὲ
θύρας ἀνοίξαντες, εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ
κατακειμένην κλίνῃ, κεκοσμημένην βασιλικῶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.