Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω δ᾽ οὖν τὸν Ἀντώνιον ἥρπασεν
ὥστε, πολεμούσης μὲν ἐν Ῥώμῃ Καίσαρι Φουλβίας
τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνου πραγμάτων,
αἰωρουμένης δὲ Παρθικῆς στρατιᾶς περὶ τὴν Μεσοποταμίαν,
ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ
Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας
ἐπιβατεύσειν ἔμελλον, οἴχεσθαι φερόμενον ὑπ᾽
αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίου σχολὴν
ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον ἀναλίσκειν
καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς
Ἀντιφῶν εἶπεν, ἀνάλωμα, τὸν χρόνον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.