Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καθόλου μὲν γὰρ οὔτ
ἀλκαῖς οὔτε ὑπομοναῖς οὔτε ἡλικίᾳ λαμπρότερον
ἄλλος αὐτοκράτωρ στρατὸν ἐκείνου δοκεῖ συναγαγεῖν
ἐν τοῖς τότε χρόνοις: ἡ δὲ πρὸς αὐτὸν αἰδὼς
τὸν ἡγεμόνα καὶ πειθαρχία μετ᾽ εὐνοίας, καὶ τὸ
πάντας ὁμαλῶς, ἐνδόξους, ἀδόξους, ἄρχοντας,
ἰδιώτας, τὴν παρὰ Ἀντωνίου τιμήν τε καὶ χάριν
μᾶλλον αἱρεῖσθαι τῆς σωτηρίας καὶ τῆς ἀσφαλείας,
οὐδὲ τοῖς πάλαι Ῥωμαίοις ἀπέλιπεν ὑπερβολήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.