Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καῖσαρ δὲ Κικέρωνι μὲν οὐκέτι προσεῖχε,
τῆς ἐλευθερίας ὁρῶν περιεχόμενον, Ἀντώνιον δὲ
προὐκαλεῖτο διὰ τῶν φίλων εἰς διαλύσεις. καὶ
συνελθόντες οἱ τρεῖς εἰς νησῖδα ποταμῷ περιρρεομένην
ἐπὶ τρεῖς ἡμέρας συνήδρευσαν. καὶ τἆλλα
μὲν ἐπιεικῶς ὡμολογεῖτο, καὶ διενείμαντο τὴν
σύμπασαν ἀρχὴν ὥσπερ οὐσίαν πατρῴαν ἀλλήλοις,
ἡ δὲ περὶ τῶν ἀπολουμένων ἀνδρῶν
ἀμφισβήτησις αὐτοῖς πλεῖστα πράγματα παρέσχε,
τοὺς μὲν ἐχθροὺς ἀνελεῖν ἑκάστου, σῶσαι
δὲ τοὺς προσήκοντας ἀξιοῦντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.