Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας
καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος,
ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον
τῷ ἀγκίστρῳ περιπεῖραι Ποντικὸν τάριχος.
ὡς δὲ ἔχειν πεισθεὶς ὁ Ἀντώνιος ἀνεῖλκε,
γέλωτος, οἷον εἰκός, γενομένου, ‘παράδος ἡμῖν,’
ἔφη, ‘τὸν κάλαμον, αὐτόκρατορ, τοῖς Φαρίταις
καὶ Κανωβίταις ἁλιεῦσιν:1 ἡ δὲ σὴ θήρα πόλεις
εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι.’
1 ἁλιεῦσιν Bekker, after Hü llman: βασιλεῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.