Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τῶν φίλων τινὶ μυριάδας
ἐκέλευσε πέντε καὶ εἴκοσι δοθῆναι: τοῦτο
Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦ δ᾽ ἐπιτρόπου θαυμάσαντος
καὶ ἵνα δείξῃ τὸ πλῆθος αὐτῷ καταβαλόντος
ἐν μέσῳ τὸ ἀργύριον, ἠρώτησε παριὼν
ὅ τι δὴ τοῦτο εἴη. τοῦ δ᾽ ἐπιτρόπου φήσαντος ὡς
ὃ κελεύσειε δοθῆναι, συμβαλὼν αὐτοῦ τὴν κακοήθειαν
ὁ Ἀντώνιος, ‘ἐγὼ πλεῖον ᾤμην,’ ἔφη,
‘τὸ δεκίης εἶναι: τοῦτο δὲ μικρόν ἐστιν: ὥστε
ἄλλο πρόσθες αὐτῷ τοσοῦτον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.