Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα.
τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν,
ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος
τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον,
ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε.
πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας ὁ Ἀντώνιος
‘εὖγε,’ εἶπεν, ‘ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς
ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις:’ καὶ παίσας διὰ τῆς
κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.