Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
σημεῖα δὲ πρὸ τοῦ πολέμου τάδε γενέσθαι
λέγεται. Πείσαυρα μέν, Ἀντωνίου πόλις κληρουχία,
ᾠκισμένη παρὰ τὸν Ἀδρίαν, χασμάτων
ὑπορραγέντων κατεπόθη. τῶν δὲ περὶ Ἄλβαν
Ἀντωνίου λιθίνων ἀνδριάντων ἑνὸς ἱδρὼς ἀνεπίδυεν
ἡμέρας πολλάς, ἀποματτόντων τινῶν οὐ
παυόμενος. ἐν δὲ Πάτραις διατρίβοντος αὐτοῦ
κεραυνοῖς ἐνεπρήσθη τὸ Ἡράκλειον: καὶ τῆς
Ἀθήνησι γιγαντομαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος
ἐκσεισθεὶς εἰς τὸ θέατρον κατηνέχθη:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.