Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦτον μὲν οὖν ὕστερον ἀπέκτεινε
μετὰ τὴν Κλεοπάτρας τελευτήν. Ἀντώνιον δὲ πολλῶν
αἰτουμένων θάψαι καὶ βασιλέων καὶ στρατηγῶν,
οὐκ ἀφείλετο Κλεοπάτρας τὸ σῶμα Καῖσαρ,
ἀλλὰ ἐθάπτετο ταῖς ἐκείνης χερσὶ πολυτελῶς καὶ
βασιλικῶς, πᾶσιν ὡς ἐβούλετο χρῆσθαι λαβούσης.
ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης ῾ἀνεφλέγμηνε
γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτὀ
πυρετῶν ἐπιλαβόντων ἠγάπησε τὴν πρόφασιν,
ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο καὶ παραλύσουσα
τοῦ ζῆν ἀκωλύτως ἑαυτήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.