Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυνάμενοι
τὸν στρατὸν οὐδὲ διασπάσαι τὴν τάξιν, ἤδη
δὲ πολλάκις ἡττημένοι καὶ πεφευγότες, αὖθις
εἰρηνικῶς ἀνεμίγνυντο τοῖς ἐπὶ χιλὸν ἢ σῖτον
προερχομένοις, καὶ τῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες
ἀνειμένας, ἔλεγον ὡς αὐτοὶ μὲν ἀπίασιν
ὀπίσω καὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοι
δὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς ἢ δευτέρας
ὁδὸν ἡμέρας οὐδὲν παρενοχλοῦντες, ἀλλὰ τὰς
ἀπωτέρω κώμας φυλάττοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.