Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸ σκιάδι
χρυσοπάστῳ κεκοσμημένη γραφικῶς ὥσπερ
Ἀφροδίτη, παῖδες δὲ τοῖς γραφικοῖς Ἔρωσιν εἰκασμένοι
παρ᾽ ἑκάτερον ἑστῶτες ἐρρίπιζον. ὁμοίως
δὲ καὶ θεραπαινίδες αἱ καλλιστεύουσαι Νηρηΐδων
ἔχουσαι καὶ Χαρίτων στολάς, αἱ μὲν πρὸς οἴαξιν,
αἱ δὲ πρὸς κάλοις ἦσαν. ὀδμαὶ δὲ θαυμασταὶ
τὰς ὄχθας ἀπὸ θυμιαμάτων πολλῶν κατεῖχον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.