previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων, τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα, τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρ᾽ ὀλίγους κελευόντων, ἀναστὰς Ἀντώνιος ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς τε Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα: καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλ᾽ ἐλαύνεται καὶ κινδυνεύει πᾶς φθεγξάμενος ὑπὲρ τῶν δικαίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: