Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ἀντώνιος δὲ τὸ μὲν
πρῶτον ὡς μειρακίου καταφρονῶν ἔλεγεν οὐχ
ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ
φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον αἴρεσθαι
τὴν Καίσαρος διαδοχήν: μὴ πειθομένου δὲ
τούτοις, ἀλλ᾽ ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ
καὶ λέγων πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει.
δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον
χρυσοῦν τοῦ πατρός, ὥσπερ ἐψήφιστο, τιθέντος
ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν, εἰ μὴ παύσαιτο
δημαγωγῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.