Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ δὲ
ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθη Καίσαρος
ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενεγκεῖν Ἀντωνίῳ: καὶ
συγχωρήσαντος ἐπὶ τὸν τάφον κομισθεῖσα καὶ
περιπεσοῦσα τῇ σορῷ μετὰ τῶν συνήθων γυναικῶν,
‘ὦ φίλε Ἀντώνιε,’ εἶπεν, ‘ἔθαπτον μέν δε
πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος
οὖσα, καὶ φρουρουμένη μήτε κοπετοῖς
μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλον τοῦτο σῶμα
καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.