Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντώνιος δὲ Λιβύης ἁψάμενος καὶ
Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας
αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν
δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν
Ἀριστοκράτει ῥητορικῷ, Ῥωμαίῳ δὲ Λουκιλλίῳ,
περὶ οὗ δἰ ἑτέρων γεγράφαμεν ὡς ἐν Φιλίπποις,
ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον, αὐτὸς αὑτόν, ὡς δὴ
Βροῦτος ὤν, ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς
ὑπ᾽ Ἀντωνίου διὰ τοῦτο, πιστὸς αὐτῷ καὶ
βέβαιος ἄχρι τῶν ἐσχάτων καιρῶν παρέμεινεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.