Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ
μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων
μετὰ παιδιᾶς ἐφ᾽ ὅτῳ τύχοιεν ἑκάστοτε καὶ
κυβευόντων ἔλαττον ἔχων ὁ Ἀντώνιος ἀπῄει.
πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις
δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος.
ἐφ᾽ οἷς ἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ
μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ
τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα: τὴν
δὲ Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπήγετο θυγατρίου
γεγονότος αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.