Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὕτω δὴ τραπόμενος
ταύτην ἦγε νυκτός, ὕδωρ ἐπιφέρεσθαι κελεύσας.
ἀγγείων δὲ ἦν ἀπορία τοῖς πολλοῖς: διὸ καὶ τὰ
κράνη πιμπλάντες ὕδατος ἐκόμιζον, οἱ δὲ διφθέραις
ὑπολαμβάνοντες.
ἤδη δὲ προχωρῶν ἀγγέλλεται τοῖς Πάρθοις
καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυκτὸς ἐδίωκον. ἡλίου δὲ
ἀνίσχοντος ἥπτοντο τῶν ἐσχάτων ἀγρυπνίᾳ καὶ
πόνῳ κακῶς διακειμένων: τεσσαράκοντα γὰρ καὶ
διακοσίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν:
καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν
τοὺς πολεμίους ἀθυμίαν παρεῖχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.