Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
εἶτα εἰπεῖν: ‘ἔστι μοι μικρὸν οἰκόπεδον,
ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν,
ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο.
μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην
δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν
ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν, ἀπάγξωνται.’
τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι
παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ
αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ
ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.