Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πεισθέντος δὲ Καίσαρος πρῶτον, εἶτα Ἀγρίππου,
τὴν μὲν αὑτῆς ἀπολαβοῦσα συνῴκισεν Ἀντωνίῳ,
τὴν δὲ Καίσαρος Ἀγρίππας ἔγημεν. ἀπολειπομένων
δὲ τῶν Ἀντωνίου καὶ Ὀκταουίας δυεῖν
θυγατέρων τὴν μὲν Δομίτιος Ἀηνόβαρβος ἔλαβε,
τὴν δὲ σωφροσύνῃ καὶ κάλλει περιβόητον
Ἀντωνίαν Δροῦσος, ὁ Λιβίας υἱός, πρόγονος δὲ
Καίσαρος. ἐκ τούτων ἐγένετο Γερμανικὸς καὶ
Κλαύδιος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.