Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὥσπερ γὰρ βασιλεῦσι
καὶ δυνάσταις καὶ τετράρχαις ἔθνεσί τε
καὶ πόλεσι πάσαις ταῖς μεταξὺ Συρίας καὶ
Μαιώτιδος καὶ Ἀρμενίας καὶ Ἰλλυριῶν προείρητο
πέμπειν καὶ κομίζειν τὰς εἰς τὸν πόλεμον παρασκευάς,
οὕτω πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις
ἐπάναγκες ἦν εἰς Σάμον ἀπαντᾶν: καὶ
τῆς ἐν κύκλῳ σχεδὸν ἁπάσης οἰκουμένης περιθρηνουμένης
καὶ περιστεναζομένης, μία νῆσος ἐφ᾽
ἡμέρας πολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο
πληρουμένων θεάτρων καὶ χορῶν ἀγωνιζομένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.