Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τέλος δέ, ταῖς πόλεσι δεύτερον ἐπιβάλλοντος
φόρον, ἐτόλμησεν Ὑβρέας ὑπὲρ τῆς Ἀσίας
λέγων εἰπεῖν ἀγοραίως μὲν ἐκεῖνα καὶ πρὸς τὸν
Ἀντωνίου ζῆλον οὐκ ἀηδῶς, ‘εἰ δύνασαι δὶς
λαβεῖν ἑνὸς ἐνιαυτοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν
ποιήσασθαι θέρος καὶ δὶς ὀπώραν,’ πρακτικῶς δὲ
καὶ παραβόλως συναγαγὼν ὅτι μυριάδας εἴκοσι
ταλάντων ἡ Ἀσία δέδωκε, ‘ταῦτα,’ εἶπεν, ‘εἰ
μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰ τῶν λαβόντων: εἰ
δὲ λαβὼν οὐκ ἔχεις, ἀπολώλαμεν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.