Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τούτοις τοῖς λόγοις
ἀσπασμοί τε καὶ φιλοφροσύναι προσῆσαν,
ὥστε πάλιν τοὺς Ῥωμαίους εὐθαρσεῖς γενέσθαι
καὶ τὸν Ἀντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαι
μᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς διὰ τῶν
ὀρῶν. οὕτω δὲ ποιεῖν μέλλοντος ἧκεν ἀνὴρ ἐπὶ
τὸ στρατόπεδον ἐκ τῶν πολεμίων ὄνομα Μιθριδάτης,
ἀνεψιὸς Μοναίσου τοῦ παρ᾽ Ἀντωνίῳ
γενομένου καὶ τὰς τρεῖς πόλεις δωρεὰν λαβόντος.
ἠξίου δὲ αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ
διαλεχθῆναι δυναμένων ἢ Συριστί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.