previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. τὸ δὲ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους ῾οὗτος γὰρ ἦν τῶν σοφῶν τούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευμάτων̓, ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον Δημήτριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀνάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς. [2] ἦν δὲ καὶ τἆλλα παράτολμος Στρατοκλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τὴν τοῦ παλαιοῦ Κλέωνος ἀπομιμεῖσθαι δοκῶν βωμολοχίαν καὶ βδελυρίαν τῇ πρὸς τὸν δῆμον εὐχερείᾳ. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς: καί ποτε αὐτῷ 1 πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαμένης ἐγκεφάλους καὶ τραχήλους, ‘παπαί,’ εἶπε, ‘τοιαῦτά γε ὠψώνηκας οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι.’ [3] τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν, εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν. ὀλίγῳ δ᾽ ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸ τῆς μάχης παραγενομένων καὶ τοῦ δήμου πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑποστὰς τὸν θόρυβον, ‘εἶτα,’ ἔφη, ‘τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε;’ τοιαύτη μὲν τοῦ Στρατοκλέους θρασύτης.

1 Every fifth year, at the Panathenaïc festival, a sacred robe was carried in solemn procession and deposited with

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: