previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

51. δὲ Δημήτριος ἐν τῇ τοιαύτῃ τύχῃ γεγονὼς ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶ τοῖς περὶ Ἀθήνας καὶ Κόρινθον ἡγεμόσι καὶ φίλοις1 μήτε γράμμασιν αὐτοῦ μήτε σφραγῖδι πιστεύειν, ἀλλ᾽ ὥσπερ τεθνηκότος Ἀντιγόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰ πράγματα διαφυλάττειν. [2] Ἀντίγονος δὲ τὴν τοῦ πατρὸς σύλληψιν πυθόμενος καὶ βαρέως ἐνεγκὼν καὶ πενθίμην ἀναλαβὼν ἐσθῆτα πρός τε τοὺς ἄλλους βασιλεῖς ἔγραψε καὶ πρὸς αὐτὸν Σέλευκον, δεόμενος, καὶ πᾶν τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς, καὶ πρὸ παντὸς ὁμηρεύειν ἕτοιμος ὢν αὐτὸς ὑπὲρ τοῦ πατρός. καὶ συνεδέοντο ταῦτα πόλεις τε πολλαὶ καὶ δυνάσται πλὴν Λυσιμάχου. [3] Λυσίμαχος δὲ καὶ χρήματα πολλὰ πέμπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δημήτριον. δὲ ἐκεῖνον μὲν καὶ ἄλλως προβαλλόμενος ἔτι μᾶλλον ἐπὶ τούτῳ μιαρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷ παιδὶ καὶ Στρατονίκῃ φυλάττων Δημήτριον, ὡς ἐκείνων χάρις γένοιτο, παρῆγε τὸν χρόνον.

1 τοῖς ... φίλοις Sintenis, with the best MSS. and Stephanus; Coraës and Bekker retain πρὸς ... φίλους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: