previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. Ἀντιγόνῳ τοίνυν δυεῖν υἱῶν ἐκ Στρατονίκης τῆς Κορράγου γενομένων, τὸν μὲν ἐπὶ τἀδελφῷ Δημήτριον, τὸν δ᾽ ἐπὶ τῷ πατρὶ Φίλιππον ὠνόμασεν. οὗτός ἐστιν τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δημήτριον οὐχ υἱόν, ἀλλ᾽ ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν: ἐπὶ νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος, εἶτα τῆς μητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαμηθείσης, υἱὸν ἐκείνου νομισθῆναι. [2] τὸν μὲν οὖν Φίλιππον οὐ πολλοῖς ἔτεσι τοῦ Δημητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι: Δημήτριος δὲ μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων μηθένα τῆς ὁμοιότητος ἐφικέσθαι. τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωϊκή τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης. [3] οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμα καὶ χάριν. ἥδιστος γὰρ ὢν συγγενέσθαι, σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶ διαίτας ἁβροβιώτατος βασιλέων, ἐνεργότατον αὖ πάλιν καὶ σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ δραστήριον: καὶ μάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυσον, ὡς πολέμῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τε αὖθις ἐκ πολέμου τρέψαι πρὸς εὐφροσύνην καὶ χάριν ἐμμελέστατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: