previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. αὐτὸς μὲν οὖν Πτολεμαῖος ἐπέπλει πεντήκοντα καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ Σαλαμῖνος ἐκέλευσε Μενέλαον ἑξήκοντα ναυσίν, ὅταν μάλιστα σύστασιν ἀγὼν ἔχῃ, προσφερόμενον τὰς Δημητρίου κόπτειν ἐξόπισθεν καὶ διαταράττειν τὴν τάξιν. Δημήτριος δὲ ταῖς μὲν ἑξήκοντα ταύταις ἀντέταξε δέκα ναῦς ῾τοσαῦται γὰρ ἤρκουν στενὸν ὄντα τοῦ λιμένος ἐμφράξαι τὸν ἔκπλουν̓, [2] αὐτὸς δὲ τὸ πεζὸν ἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴν θάλασσαν ἀκρωτηρίοις περιχεάμενος, οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν ὀγδοήκοντα: προσμίξας δὲ ῥώμῃ καὶ βίᾳ πολλῇ κατὰ κράτος ἐτρέψατο τὸν Πτολεμαῖον, αὐτὸν μέν, ὡς ἐνικήθη, διὰ ταχέων φυγόντα ναυσὶν ὀκτὼ μόναις ῾τοσαῦται γὰρ ἐκ πασῶν περιεσώθησαν, τῶν δὲ ἄλλων αἱ μὲν ἐν τῇ ναυμαχίᾳ διεφθάρησαν, ἑβδομήκοντα δὲ ἥλωσαν αὔτανδροἰ, [3] τοῦ δὲ ἐν ὁλκάσι παρορμοῦντος ὄχλου θεραπόντων καὶ φίλων και γυναικῶν, ἔτι δὲ ὅπλων καὶ χρημάτων καὶ μηχανημάτων ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δημήτριον, ἀλλ᾽ ἔλαβε πάντα καὶ κατήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ τούτοις περιβόητος ἦν Λάμια, τὴν μὲν ἀρχὴν σπουδασθεῖσα διὰ τὴν τέχνην ῾ἐδόκει γὰρ αὐλεῖν οὐκ εὐκαταφρονήτως᾿, ὕστερον δὲ καὶ τοῖς ἐρωτικοῖς λαμπρὰ γενομένη. [4] τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον ἑαυτῆς λαβοῦσα τὸν Δημήτριον ἐκράτησε τῇ χάριτι καὶ κατέσχεν, ὥστε ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δ᾽ ἄλλων ἐρώμενον γυναικῶν.

μετὰ δὲ τὴν ναυμαχίαν οὐδὲ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαμῖνα παρέδωκε τῷ Δημητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους καὶ διακοσίους καὶ μυρίους καὶ δισχιλίους ὁπλίτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: