next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, τῶν ἐναντίων ὁμοίως ἐν ἑκατέρῳ1 γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι: τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν. [2] μὲν γὰρ αἴσθησις οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν μελάνων διαγνώσει γέγονεν, οὐδὲ γλυκέων πικρῶν, οὐδὲ μαλακῶν καὶ εἰκόντων σκληρῶν καὶ ἀντιτύπων, ἀλλ᾽ ἔργον αὐτῆς ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφ᾽ αὑτῶν προηγουμένως, τὰ δὲ ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι: [3] καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει, σκοπεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίων ἀπεργασίαν, αἵ τε πασῶν τελειόταται τεχνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν μόνον καὶ δικαίων καὶ ὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν καὶ αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλ᾽ ἀβελτερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν μάλιστα γινώσκειν προσήκει τοὺς ὀρθῶς βιωσομένους. [4] οἱ μὲν οὖν παλαιοὶ Σπαρτιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζοντες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συμπόσια, τοῖς νέοις οἷόν ἐστι τὸ μεθύειν ἐπιδεικνύντες: ἡμεῖς δὲ τὴν μὲν ἐκ διαστροφῆς ἑτέρων ἐπανόρθωσιν οὐ πάνυ φιλάνθρωπον οὐδὲ πολιτικὴν ἡγούμεθα, [5] τῶν δὲ κεχρημένων ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ πράγμασι μεγάλοις ἐπιφανῶν εἰς κακίαν, οὐ χεῖρον ἴσως ἐστὶ συζυγίαν μίαν δύο παρεμβαλεῖν εἰς τὰ παραδείγματα τῶν βίων, οὐκ ἐφ᾽ ἡδονῇ, μὰ Δία, καὶ διαγωγῇ τῶν ἐντυγχανόντων ποικίλλοντας τὴν γραφήν, [6] ἀλλ᾽ ὥσπερ Ἰσμηνίας Θηβαῖος ἐπιδεικνύμενος τοῖς μαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει λέγειν, ‘οὕτως αὐλεῖν δεῖ,’ καὶ πάλιν, ‘οὕτως αὐλεῖν οὐ δεῖ,’ δ᾽ Ἀντιγενίδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέους αὐλητῶν ἐὰν καὶ τῶν φαύλων πεῖραν λαμβάνωσιν, οὕτω μοι δοκοῦμεν καὶ ἡμεῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ μιμηταὶ βίων εἰ μηδὲ τῶν φαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοιμεν.

[7] Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων ὅτι καὶ κακίας μεγάλας, ὥσπερ ἀρετάς, αἱ μεγάλαι φύσεις ἐκφέρουσι. γενόμενοι δ᾽ ὁμοίως ἐρωτικοί, ποτικοί, στρατιωτικοί, μεγαλόδωροι, πολυτελεῖς, ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον. [8] οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δὲ ἐπικρατοῦντες, πλεῖστα δὲ ἀποβάλλοντες, ἀπροσδοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψαν, μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος.

1 ἐν ἑκατέρῳ Coraës and Bekker, after Reiske: ἑκατέρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: