previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. τότε δ᾽ οὖν ἀναζευγνύων εἰς τὰς Ἀθήνας ἔγραψεν ὅτι βούλεται παραγενόμενος εὐθὺς μυηθῆναι καὶ τὴν τελετὴν ἅπασαν ἀπὸ τῶν μικρῶν ἄχρι τῶν ἐποπτικῶν παραλαβεῖν. τοῦτο δὲ οὐ θεμιτὸν ἦν οὐδὲ γεγονὸς πρότερον, ἀλλὰ τὰ μικρὰ τοῦ Ἀνθεστηριῶνος ἐτελοῦντο, τὰ δὲ μεγάλα τοῦ Βοηδρομιῶνος: ἐπώπτευον δὲ τοὐλάχιστον ἀπὸ τῶν μεγάλων ἐνιαυτὸν διαλείποντες. [2] ἀναγνωσθέντων δὲ τῶν γραμμάτων μόνος ἐτόλμησεν ἀντειπεῖν Πυθόδωρος δᾳδοῦχος, ἐπέρανε δὲ οὐδέν: ἀλλὰ Στρατοκλέους γνώμην εἰπόντος Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαμένους καλεῖν καὶ νομίζειν, ἐτέλουν τῷ Δημητρίῳ τὰ πρὸς Ἄγραν: καὶ μετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστηριῶνος Μουνυχιὼν γενόμενος Βοηδρομιὼν ἐδέξατο τὴν λοιπὴν τελετήν, ἅμα καὶ τὴν ἐποπτείαν τοῦ Δημητρίου προσεπιλαβόντος. [3] διὸ καὶ Φιλιππίδης τὸν Στρατοκλέα λοιδορῶν ἐποίησεν:
τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν᾽ ἕνα,

καὶ περὶ τῆς ἐν τῷ Παρθενῶνι κατασκηνώσεως:

τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβὼν
καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: