previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ μέχρι Θερμοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼν αὐτὸς ὥρμησεν ἐπ᾽ ἐκεῖνον. ὀξέως δὲ φυγόντος, ἐν Θεσσαλίᾳ καταστήσας μυρίους ὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸ βρίθους καὶ μεγέθους μοχλευομένην, ὡς μόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν. [2] τῶν δὲ Βοιωτῶν ἐρρωμένως ἀμυνομένων καὶ τοῦ Δημητρίου πολλάκις φιλονεικίας ἕνεκα μᾶλλον χρείας μάχεσθαι καὶ κινδυνεύειν τοὺς στρατιώτας ἀναγκάζοντος, ὁρῶν Ἀντίγονος πίπτοντας οὐκ ὀλίγους καὶ περιπαθῶν, ‘τί, πάτερ,’ ἔφη, ‘παραναλισκομένους οὐκ ἀναγκαίως τούτους περιορῶμεν;’ δὲ παροξυνθείς, ‘σὺ δέ,’ ἔφη, ‘τί δυσχεραίνεις; διάμετρον ὀφείλεις τοῖς ἀποθνήσκουσιν;’ [3] οὐ μὴν ἀλλὰ καὶ βουλόμενός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον, ἀλλὰ καὶ συγκινδυνεύειν τοῖς μαχομένοις, διελαύνεται τὸν τράχηλον ὀξυβελεῖ. καὶ δεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλὰ εἷλε τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν μὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισομένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκα καὶ μεταστήσας τινας ἀφῆκε τοὺς ἄλλους. [4] ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουμέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ τούτῳ συνέπεσε.

τῶν δὲ Πυθίων καθηκόντων πρᾶγμα καινότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν Δημήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, ὃς καὶ πατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρχηγός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: