previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουμένους Ναβαταίους ὑπαγαγέσθαι πεμφθεὶς Δημήτριος ἐκινδύνευσε μὲν εἰς τόπους ἀνύδρους ἐμπεσών, τῷ δὲ μὴ διαταραχθῆναι μηδ᾽ ἐκπλαγῆναι καταπληξάμενος τοὺς βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καμήλους ἑπτακοσίας παρ᾽ αὐτῶν ἀνεχώρησεν.

[2] ἐπεὶ δὲ Σέλευκος, ἐκπεσὼν μὲν ὑπὸ Ἀντιγόνου τῆς Βαβυλωνίας πρότερον, ὕστερον δὲ ἀναλαβὼν τὴν ἀρχὴν δἰ αὑτοῦ καὶ κρατῶν, ἀνέβη μετὰ δυνάμεως, τὰ συνοροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρχίας προσαξόμενος, ἐλπίζων Δημήτριος ἔρημον εὑρήσειν τὴν Μεσοποταμίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην εἰς τὴν Βαβυλωνίαν παρεισπεσὼν ἔφθη, καὶ τῆς ἑτέρας ἄκρας ῾δύο γαρ ἦσαν᾽ ἐκκρούσας τὴν τοῦ Σελεύκου φρουρὰν καὶ κρατήσας ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας. [3] ἐκ δὲ τῆς χώρας ὅσα φέρειν ἄγειν ἠδύναντο τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ λαμβάνειν κελεύσας, ἐπανῆλθεν ἐπὶ θάλασσαν βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολιπών: ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς μηκέτι προσήκουσαν αὐτοῖς. Πτολεμαίου μέντοι πολιορκοῦντος Ἁλικαρνασὸν ὀξέως βοηθήσας ἐξήρπασε τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: