previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. πολλῶν δὲ γενομένων ἐν τῇ πόλει τότε πλημμελημάτων καὶ παρανομημάτων ἐκεῖνο μάλιστα λέγεται λυπῆσαι τοὺς Ἀθηναίους, ὅτι διακόσια καὶ πεντήκοντα τάλαντα πορίσαι ταχὺ καὶ δοῦναι προσταχθὲν αὐτοῖς καὶ τῆς εἰσπράξεως συντόνου καὶ ἀπαραιτήτου γενομένης, ἰδὼν ἠθροισμένον τὸ ἀργύριον ἐκέλευσε Λαμίᾳ καὶ ταῖς περὶ αὐτὴν ἑταίραις εἰς σμῆγμα δοθῆναι. γὰρ αἰσχύνη τῆς ζημίας καὶ τὸ ῥῆμα τοῦ πράγματος μᾶλλον ἠνώχλησε τοὺς ἀνθρώπους. [2] ἔνιοι δὲ τοῦτο Θετταλοῖς, οὐκ Ἀθηναίοις, ὑπ᾽ αὐτοῦ συμβῆναι λέγουσι. χωρὶς δὲ τούτων αὐτὴ καθ᾽ ἑαυτὴν Λάμια τῷ βασιλεῖ παρασκευάζουσα δεῖπνον ἠργυρολόγησε πολλούς. καὶ τὸ δεῖπνον οὕτως ἤνθησε τῇ δόξῃ διὰ τὴν πολυτέλειαν ὥστε ὑπὸ Λυγκέως τοῦ Σαμίου συγγεγράφθαι. διὸ καὶ τῶν κωμικῶν τις οὐ φαύλως τὴν Λάμιαν Ἑλέπολιν ἀληθῶς προσεῖπε. Δημοχάρης δ᾽ Σόλιος τὸν Δημήτριον αὐτὸν ἐκάλει Μῦθον: εἶναι γὰρ αὐτῷ καὶ Λάμιαν.

[3] οὐ μόνον δὲ ταῖς γαμεταῖς, ἀλλὰ καὶ τοῖς φίλοις τοῦ Δημητρίου ζῆλον καὶ φθόνον εὐημεροῦσα καὶ στεργομένη παρεῖχεν. ἀφίκοντο γοῦν τινες παρ᾽ αὐτοῦ κατὰ πρεσβείαν πρὸς Λυσίμαχον, οἷς ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν τε τοῖς μηροῖς καὶ τοῖς βραχίοσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων: καὶ διηγεῖτο τὴν γενομένην αὐτῷ μάχην πρὸς τὸ θηρίον, ὑπὸ Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως. οἱ δὲ γελῶντες ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου δήγματα φέρειν ἐν τῷ τραχήλῳ, Λαμίας. [4] ἦν δὲ θαυμαστὸν ὅτι τῆς φίλας ἐν ἀρχῇ τὸ μὴ καθ᾽ ἡλικίαν δυσχεραίνων, ἥττητο τῆς Λαμίας, καὶ τοσοῦτον ἤρα χρόνον, ἤδη παρηκμακυίας. Δημὼ γοῦν, ἐπικαλουμένη Μανία, παρὰ δεῖπνον αὐλούσης τῆς Λαμίας καὶ τοῦ Δημητρίου πυθομένου, ‘τί σοι δοκεῖ;’ ‘Γραῦς,’ εἶπεν, ‘ βασιλεῦ.’ πάλιν δὲ τραγημάτων παρατεθέντων κἀκείνου πρὸς αὐτὴν εἰπόντος, ‘ὁρᾷς ὅσα μοι Λάμια πέμπει;’ ‘πλείονα,’ ἔφη, ‘πεμφθήσεταί σοι παρὰ τῆς ἐμῆς μητρός, ἐὰν θέλῃς καὶ μετ᾽ αὐτῆς καθεύδειν.’ [5] ἀπομνημονεύεται δὲ τῆς Λαμίας καὶ πρὸς τὴν λεγομένην Βοκχώρεως κρίσιν ἀντίρρησις. ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίρας Θώνιδος ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰ τοὺς ὕπνους δόξας αὐτῇ συγγενέσθαι τῆς ἐπιθυμίας ἐπαύσατο, δίκην ἔλαχεν Θωνὶς αὐτῷ τοῦ μισθώματος. [6] ἀκούσας δὲ τὸν λόγον Βόκχωρις ἐκέλευσε τὸν ἄνθρωπον ὅσον ᾐτήθη χρυσίον ἠριθμημένον ἐν τῷ ἀγγείῳ διαφέρειν δεῦρο κᾀκεῖσε τῇ χειρί, τὴν δὲ ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡς τὴν δόξαν τῆς ἀληθείας σκιὰν οὖσαν. οὐκ ᾤετο ταύτην εἶναι τὴν κρίσιν Λάμια δικαίαν: οὐ γὰρ ἀπέλυσεν σκιὰ τῆς ἐπιθυμίας τοῦ ἀργυρίου τὴν ἑταίραν, τὸ δὲ ὄναρ ἔπαυσεν ἐρῶντα τὸν νεανίσκον. ταῦτα μὲν οὖν περὶ Λαμίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: