previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. ἀλλ᾽ ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγάγετο χηρεύουσαν Εὐρυδίκην, Μιλτιάδου μὲν ἦν ἀπόγονος τοῦ παλαιοῦ, συνοικήσασα δὲ Ὀφέλᾳ 1 τῷ Κυρήνης ἄρξαντι μετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν εἰς τὰς Ἀθήνας. [2] οἱ μὲν οὖν Ἀθηναῖοι τὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τιμὴν τῆς πόλεως: ἄλλως δὲ Δημήτριος εὐχερής τις ἦν περὶ γάμους, καὶ πολλαῖς ἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστον εἶχε καὶ τιμὴν Φίλα δἰ Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύτην, ὡς ἔοικε, κομιδῆ νέον ὄντα τὸν Δημήτριον ἔπειθεν πατήρ, οὐκ οὖσαν αὐτῷ καθ᾽ ὥραν, ἀλλὰ πρεσβυτέραν, λαβεῖν: [3] ἀπροθύμως δ᾽ ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν:
ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον, 2

ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας. τοιαύτη μὲν οὖν τις ἦν τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δὲ ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.

1 Ὀφέλᾳ Ziegler, after Wilamowitz: Ὀφέλτᾳ.

2 ἀλλ᾽ εἰς τὸ κέρδος παρὰ φύσιν δουλευτέον, Phoenissae, 396 (Kirchhoff).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: