previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. ἀλλὰ καὶ παρασκευάσασθαι δύναμιν χρήσασθαι βελτίων ἐδόκει στρατηγὸς εἶναι, πάντα μὲν ἐκ περιουσίας ὑπάρχειν βουλόμενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶ καθ᾽ ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστως ἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρητικὸς οὐκ εἰς παιδιὰς οὐδ᾽ εἰς διαγωγὰς ἀχρήστους ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες καὶ ζωγραφοῦντες καὶ τορεύοντες. [2] Ἀέροπος γὰρ Μακεδὼν τραπέζια μικρὰ καὶ λυχνίδια τεκταινόμενος, ὁπότε σχολάζοι, διῆγεν. Ἄτταλος δὲ Φιλομήτωρ ἐκήπευε τὰς φαρμακώδεις βοτάνας, οὐ μόνον ὑοσκύαμον καὶ ἐλλέβορον, ἀλλὰ καὶ κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασιλείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν ἔργον πεποιημένος εἰδέναι καὶ κομίζεσθαι καθ᾽ ὥραν. οἱ δὲ Πάρθων βασιλεῖς ἐσεμνύνοντο τὰς ἀκίδας τῶν βελῶν χαράττοντες αὐτοὶ καὶ παραθήγοντες. [3] ἀλλὰ μὴν Δημητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ μέγεθος μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων, ὥστε μὴ μόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθει μὲν γὰρ ἐξέπληττε καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεμίους ἔτερπε. τοῦτο δὲ ἔτι μᾶλλον ἀληθῶς κομψῶς εἴρηται. [4] καὶ τὰς μὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις ἐθαύμαζον ἑστῶτες οἱ πολέμιοι παρὰ τὴν γῆν αὐτῶν πλεούσας, αἱ δ᾽ ἑλεπόλεις ὡς θέαμα τοῖς πολιορκουμένοις ἦσαν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Λυσίμαχος μὲν γάρ, ἔχθιστος ὢν Δημητρίῳ τῶν βασιλέων καὶ πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγμένος, ἔπεμψε παρακαλῶν ἐπιδεῖξαι τὰς μηχανὰς αὐτῷ καὶ τὰς ναῦς πλεούσας: ἐπιδείξαντος δὲ θαυμάσας ἀπῆλθε. [5] Ῥόδιοι δὲ πολὺν χρόνον ὑπ᾽ αὐτοῦ πολιορκηθέντες, ἐπεὶ κατελύσαντο τὸν πόλεμον, ᾐτήσαντο τῶν μηχανῶν ἐνίας, ὅπως ὑπόμνημα τῆς ἐκείνου δυνάμεως ἅμα καὶ τῆς αὑτῶν ἀνδραγαθίας ἔχωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: