previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. δ᾽ οὖν Δημήτριος ἐπισφαλέστατα νοσήσας ἐν Πέλλῃ μικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρου καὶ μέχρις Ἐδέσσης προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτὸν ἐποιήσατό τινας ὁμολογίας, οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προσπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸς οἷς διενοεῖτο. [2] διενοεῖτο δὲ οὐθὲν ὀλίγον, ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενομένην ἀρχήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς μὲν ἤδη συνετέτακτο πεζῆς μυριάδας δέκα δισχιλίων ἀνδρῶν ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ μυρίων ἐλάττους. [3] στόλον δὲ νεῶν ἅμα πεντακοσίων καταβαλλόμενος τὰς μὲν ἐν Πειραιεῖ τρόπεις ἔθετο, τὰς δὲ ἐν Κορίνθῳ, τὰς δὲ ἐν Χαλκίδι, τὰς δὲ περὶ Πέλλαν, αὐτὸς ἐπιὼν ἑκασταχόσε καὶ διδάσκων χρὴ καὶ συντεχνώμενος, ἐκπληττομένων ἁπάντων οὐ τὰ πλήθη μόνον, ἀλλὰ καὶ τὰ μεγέθη τῶν ἔργων. [4] οὐδεὶς γὰρ εἶδεν ἀνθρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔτε ἑκκαιδεκήρη, ἀλλ᾽ ὕστερον τεσσαρακοντήρη Πτολεμαῖος Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δὲ ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας. [5] ἀλλὰ θέαν μόνην ἐκείνη παρέσχε: καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δημητρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον, οὐδὲ τῷ περιττῷ τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ μεγέθους παρεῖχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: