Click on a word to bring up parses, dictionary entries, and frequency statistics
13.
ὃ δὲ μάλιστα τῶν τιμῶν ὑπερφυὲς ἦν
καὶ ἀλλόκοτον, ἔγραψε Δρομοκλείδης ὁ Σφήττιος
ὑπὲρ τῆς τῶν ἀσπίδων ἀναθέσεως εἰς Δελφοὺς
παρὰ Δημητρίου λαβεῖν χρησμόν. αὐτὴν δὲ
παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσματος οὕτως
ἔχουσαν: ‘ἀγαθῇ τύχῃ.
[2]
δεδόχθαι τῷ δήμῳ
χειροτονῆσαι τὸν δῆμον ἕνα ἄνδρα ἐξ Ἀθηναίων,
ὅστις ἀφικόμενος πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάμενος
ἐπερωτήσει τὸν Σωτῆρα πῶς ἂν εὐσεβέστατα
καὶ κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆμος
τὴν ἀποκατάστασιν ποιήσαιτο τῶν ἀναθημάτων:
ὅ τι δ᾽ ἂν χρήσῃ, ταῦτα πράττειν τὸν δῆμον.’
οὕτω καταμωκώμενοι τοῦ ἀνθρώπου προσδιέφθειραν
αὐτόν, οὐδὲ ἄλλως ὑγιαίνοντα τὴν διάνοιαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.