previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. ἐπολέμησε δὲ Ῥοδίοις Πτολεμαίου συμμάχοις οὖσι, καὶ τὴν μεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν, ἧς ἕδρα μὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύουσα ταῖς ἄνω πλευραῖς στενωτέραν τῆς βάσεως. [2] ἔνδοθεν μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον ἀνέῳκτο καθ᾽ ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά: μεστὴ γὰρ ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης. καὶ τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλ᾽ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον, ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν, θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινα τῇ ὄψει τῶν θεωμένων παρεῖχε.

[3] πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷ καὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπιδεικνύμενος τεχνίτης Ζωΐλος ἐκέλευσεν ἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινεν σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖαν, οἷον ἀπὸ γραφείου. [4] τοῦτον αὐτὸς ἐφόρει: τὸν δ᾽ ἕτερον Ἄλκιμος Ἠπειρώτης, ἀνὴρ πολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλεώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ: καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: