previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἐκάλουν δὲ τὸν Δημήτριον οἱ Ἀθηναῖοι Κασάνδρου τὸ ἄστυ πολιορκοῦντος. δὲ ναυσὶν ἐπιπλεύσας τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ μόνον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσανδρον, ἀλλὰ καὶ φεύγοντα μέχρι Θερμοπυλῶν διώξας καὶ τρεψάμενος, Ἡράκλειαν ἔλαβεν, ἑκουσίως αὐτῷ προσθεμένην, καὶ τῶν Μακεδόνων ἑξακισχιλίους μεταβαλομένους πρὸς αὐτόν. [2] ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ Βοιωτοὺς ἐποιήσατο συμμάχους, 1 καὶ Κεγχρέας εἷλε: καὶ Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίς ματα τῆς Ἀττικῆς ὑπὸ Κασάνδρου φρουρούμενα, καταστρεψάμενος ἀπέδωκε τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυμένοι πρότερον εἰς αὐτὸν καὶ κατακεχρημένοι πᾶσαν φιλοτιμίαν, ἐξεῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις φανῆναι. [3] τὸν γὰρ ὀπισθόδομον τοῦ Παρθενῶνος ἀπέδειξαν αὐτῷ κατάλυσιν: κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγομένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσμιον ξένον οὐδὲ ὡς παρθένῳ πρᾴως ἐπισταθμεύοντα. [4] καίτοι τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόμενός ποτε πατὴρ ἐν οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς ἐκεῖνον μὲν οὐδὲν ἐφθέγξατο, παρόντος δὲ ἐκείνου, τὸν σταθμοδότην μεταπεμψάμενος, ‘οὗτος,’ εἶπεν, ‘οὐκ ἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;’

1 When Strabo wrote, during the reign of Augustus, the painting was still at Rhodes, where it had been seen and admired by Cicero (Orat. 2, 5); when the elder Pliny wrote,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: