previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. οὕτω δὲ κριθείσης τῆς μάχης, οἱ μὲν νενικηκότες βασιλεῖς τὴν ὑπ᾽ Ἀντιγόνῳ καὶ Δημητρίῳ πᾶσαν ἀρχὴν ὥσπερ μέγα σῶμα κατακόπτοντες ἐλάμβανον μερίδας, καὶ προσδιενείμαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ πρότερον. Δημήτριος δὲ μετὰ πεντακισχιλίων πεζῶν καὶ τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς Ἔφεσον, οἰομένων ἁπάντων ἀποροῦντα χρημάτων αὐτὸν οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ, [2] φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων, καὶ τὸν πλοῦν ἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας. καὶ γὰρ καὶ ναῦς1 ἐκεῖ καὶ χρήματα καὶ γυναῖκα Δηϊδάμειαν ἐτύγχανε καταλελοιπώς, καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴν εἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας. [3] ὅθεν ἐπεὶ γενομένῳ περὶ τὰς Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ Δηϊδάμειαν εἰς Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πομπῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δἰ ὀργὴν αὐτοῦ, καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ γεγονὼς ἐν τοιαύτῃ μεταβολῇ πραγμάτων οὐ ταπεινὸς οὐδ᾽ ἀγεννής. [4] ἀλλὰ τὸ παρ᾽ ἐλπίδα διεψεῦσθαι τῶν Ἀθηναίων καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγμασι κενὴν καὶ πεπλασμένην οὖσαν ὀδυνηρὸν ἦν αὐτῷ.

τὸ γὰρ φαυλότατον, ὡς ἔοικεν, εὐνοίας ὄχλων βασιλεῦσι καὶ δυνάσταις τεκμήριόν ἐστιν ὑπερβολὴ τιμῶν, ἧς ἐν τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφαιρεῖ τὴν πίστιν φόβος: τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφίζονται καὶ φιλοῦντες. [5] διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς ἀνδριάντας οὐδὲ γραφὰς οὐδὲ ἀποθεώσεις, ἀλλὰ μᾶλλον εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες πιστεύουσιν, ὡς τιμαῖς, ἀπιστοῦσιν, ὡς ἀνάγκαις: ὡς οἵ γε δῆμοι πολλάκις ἐν αὐταῖς μάλιστα ταῖς τιμαῖς μισοῦσι τοὺς ἀμέτρως καὶ ὑπερόγκως καὶ παρ᾽ ἀκόντων λαμβάνοντας.

1 καὶ ναῦς Ziegler, with all the MSS. but one: ναῦς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: