previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. οἱ δὲ Ἀθηναῖοι, καίπερ ψηφισάμενοι θάνατον εἰ μνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον, οὐδὲν μὲν ἀπ᾽ ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας, [2] ἐν δυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τι καὶ τοιοῦτον γενέσθαι: πατέρα καὶ υἱὸν ἐν οἰκήματι καθέζεσθαι τὰ καθ᾽ ἑαυτοὺς ἀπεγνωκότας, ἐκ δὲ τῆς ὀροφῆς μῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δέ, ὡς εἶδον, ἀναπηδήσαντας ἀμφοτέρους διαμάχεσθαι περὶ αὐτοῦ. τότε καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς συνήθεις κυάμους πρὸς ἀριθμὸν μετ᾽ αὐτῶν διανεμόμενον.

[3] οὕτως οὖν τῆς πόλεως ἐχούσης εἰσελθὼν Δημήτριος, καὶ κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις μὲν συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλαβεν, αὐτὸς δὲ καταβάς, ὥσπερ οἱ τραγῳδοί, διὰ τῶν ἄνω παρόδων, ἔτι μᾶλλον ἐκπεπληγμένων τῶν Ἀθηναίων τὴν ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν. [4] καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων πικρίας φεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς μεμψάμενος αὐτοὺς διηλλάσσετο, καὶ δέκα μυριάδας σίτου μεδίμνων ἐπέδωκε, καὶ κατέστησεν ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προσφιλεῖς ἦσαν. συνιδὼν δὲ Δρομοκλείδης ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆμον ἔν τε φωναῖς ὄντα παντοδαταῖς καὶ τοὺς ἀπὸ τοῦ βήματος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμενον ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναι καὶ τὴν Μουνυχίαν. [5] ἐπιψηφισθέντων δὲ τούτων Δημήτριος αὐτὸς ἐφ᾽ ἑαυτοῦ προσενέβαλε φρουρὰν εἰς τὸ Μουσεῖον, ὡς μὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆμον ἀσχολίας αὐτῷ πραγμάτων ἑτέρων παρασχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: