previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν καὶ μήτε αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τε ἄλλους ὁρῶν ἐν ταῖς στρατείαις μᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταραχώδεις καὶ πολυπράγμονας ὄντας, ἐστράτευσεν ἐπ᾽ Αἰτωλούς: καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέρος ἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολιπὼν ἐπὶ Πύρρον αὐτὸς ἐχώρει καὶ Πύρρος ἐπ᾽ ἐκεῖνον: [2] ἀλλήλων δὲ διαμαρτόντες, μὲν ἐπόρθει τὴν Ἤπειρον, δὲ Πανταύχῳ περιπεσὼν καὶ μάχην συνάψας αὐτὸν μὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν 1 πληγὴν ἐν χερσὶ γενόμενον ἐτρέψατο, τῶν δὲ ἄλλων πολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πεντακισχιλίους. [3] καὶ τοῦτο μάλιστα Δημήτριον ἐκάκωσεν: οὐ γὰρ οὕτω μισηθεὶς Πύρρος ἀφ᾽ ὧν ἔπραξεν ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι, μέγα τε καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι: καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δὲ ἄλλοι, καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός. [4] ἦν δὲ ὡς ἀληθῶς τραγῳδία μεγάλη περὶ τὸν Δημήτριον, οὐ μόνον ἀμπεχόμενον καὶ διαδούμενον περιττῶς καυσίαις διμίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συμπεπιλημένης χρυσοβαφεῖς πεποιημένον ἐμβάδας. ἦν δέ τις ὑφαινομένη χλανὶς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον, εἴκασμα τοῦ κόσμου καὶ τῶν κατ᾽ οὐρανὸν φαινομένων: [5] κατελείφθη μὲν ἡμιτελὲς ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δὲ ἐτόλμησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενομένων βασιλέων.

1 In 290 B.C. The siege lasted nearly a year.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: