previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο: καὶ μάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον. γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, χαλεπὸς ἦν καὶ τραχὺς ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν κατέσχεν: ἐκ Λακεδαίμονος δὲ ἑνὸς πρεσβευτοῦ παραγενομένου καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν. [2] ἀστείως μέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦτί σὺ λέγεις; ἕνα Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν;’ ‘ναί,’ εἶπεν, ‘ βασιλεῦ, πρὸς ἕνα.’ δόξαντος δὲ αὐτοῦ ποτε δημοτικώτερον ἐξελαύνειν, καὶ πρὸς ἔντευξιν ἔχειν οὐκ ἀηδῶς, σννέδραμόν τινες ἐγγράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένου δὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος ἥσθησαν οἱ ἄνθ ρωποι καὶ παρηκολούθουν: ὡς δὲ ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν ποταμὸν ἐξέρριψε. [3] καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας, τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου καὶμὴ βασίλευεεἰπόντος, [4] δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα, τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν.

[5] οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι: καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν. [6] ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενος προσωνυμίαν: μὲν γὰρ Πολιεὺς καὶ Πολιοῦχος, δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: