previous next


Eth. Nic. I 1 init. πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ: διὸ καλῶς ἀπεφήναντο τἀγαθὸν, οὗ πάντ᾽ ἐφίεται. Ib. 1094 b 3, χρωμένης δὲ ταύτης (τῆς πολιτικῆς) ταῖς λοιπαῖς πρακτικαῖς τῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστε τοῦτ᾽ ἂν εἴη τἀνθρώπινον ἀγαθόν. X 6 init. ἐπειδὴ τέλος αὐτὴν (τὴν εὐδαιμονίαν) τίθεμεν τῶν ἀνθρωπίνων. Polit. I 1 init. ἐπειδὴ πᾶσαν πόλιν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινὸς ἕνεκεν συνεστηκυῖαν, τοῦ γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν πάντα πράττουσι πάντες, δῆλον ὡς πᾶσαι ἀγαθοῦ τινὸς στοχάζονται. Plat. Symp. 205 A καὶ οὐκέτι προσδεῖ ἔρεσθαι ἵνα τὶ δὲ βούλεται εὐδαίμων εἶναι βουλόμενος, ἀλλὰ τέλος δοκεῖ ἔχειν ἀπόκρισις. Phileb. 54 C τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτ᾽ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι. Gorg. 499 E τὸ ἀγαθὸν τέλος εἶναι ἁπασῶν τῶν πράξεων, καὶ ἐκείνου ἕνεκεν δεῖν πάντα τἆλλα πράττεσθαι, κ.τ.λ. Euthyd. 278 E alibi.

ἐν κεφαλαίῳ εἰπεῖν] ‘to speak summarily’, to sum up in one notion, to describe all human ends and aims by the single phrase ‘happiness and its parts’.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: