previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

84. ἦν δὲ Κορνήλιος Δολοβέλλας ἐπιφανὴς νεανίσκος ἐν τοῖς Καίσαρος ἑταίροις. οὗτος εἶχε πρὸς τὴν Κλεοπάτραν οὐκ ἀηδῶς: καὶ τότε χαριζόμενος αὐτῇ δεηθείσῃ κρύφα πέμψας ἐξήγγειλεν ὡς αὐτὸς μὲν Καῖσαρ ἀναζεύγνυσι πεζῇ διὰ Συρίας, ἐκείνην δὲ μετὰ τῶν τέκνων ἀποστέλλειν εἰς τρίτην ἡμέραν ἔγνωκεν. [2] δὲ ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθη Καίσαρος ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενεγκεῖν Ἀντωνίῳ: καὶ συγχωρήσαντος ἐπὶ τὸν τάφον κομισθεῖσα καὶ περιπεσοῦσα τῇ σορῷ μετὰ τῶν συνήθων γυναικῶν, ‘ φίλε Ἀντώνιε,’ εἶπεν, ‘ἔθαπτον μέν δε πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος οὖσα, καὶ φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλον τοῦτο σῶμα καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους. [3] ἄλλας δὲ μὴ προσδέχου τιμὰς χοάς: ἀλλ᾽ αὗταί σοι τελευταῖαι Κλεοπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους: σὺ μὲν Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δ᾽ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον. [4] ἀλλ᾽ εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις ῾οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς᾿, μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδ᾽ ἐν ἐμοὶ περΐδῃς θριαμβευόμενον σεαυτόν, ἀλλ᾽ ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν ὡς βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: