previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

87. Ἀντωνίου δὲ γενεὰν ἀπολιπόντος ἐκ τριῶν γυναικῶν ἑπτὰ παῖδας, πρεσβύτατος Ἄντυλλος ὑπὸ Καίσαρος ἀνῃρέθη μόνος: τοὺς λοιποὺς δὲ Ὀκταουία παραλαβοῦσα μετὰ τῶν ἐξ ἑαυτῆς ἔθρεψε. καὶ Κλεοπάτραν μὲν τὴν ἐκ Κλεοπάτρας Ἰόβᾳ τῷ χαριεστάτῳ βασιλέων συνῴκισεν, Ἀντώνιον δὲ τὸν ἐκ Φουλβίας οὕτω μέγαν ἐποίησεν ὥστε τὴν πρώτην παρὰ Καίσαρι τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας παίδων ἐχόντων, τρίτον εἶναι καὶ δοκεῖν Ἀντώνιον. [2] ἐκ δὲ Μαρκέλλου δυεῖν αὐτῇ θυγατέρων οὐσῶν, ἑνὸς δὲ υἱοῦ Μαρκέλλου, τοῦτον μὲν ἅμα παῖδα καὶ γαμβρὸν ἐποιήσατο Καῖσαρ, τῶν δὲ θυγατέρων Ἀγρίππᾳ τὴν ἑτέραν ἔδωκεν. ἐπεὶ δὲ Μάρκελλος ἐτελεύτησε κομιδῆ νεόγαμος καὶ Καίσαρι γαμβρὸν ἔχοντα πίστιν οὐκ εὔπορον ἦν ἐκ τῶν ἄλλων φίλων ἑλέσθαι, λόγον Ὀκταουία προσήνεγκεν ὡς χρὴ τὴν Καίσαρος θυγατέρα λαβεῖν Ἀγρίππαν, ἀφέντα τὴν ἑαυτῆς. [3] πεισθέντος δὲ Καίσαρος πρῶτον, εἶτα Ἀγρίππου, τὴν μὲν αὑτῆς ἀπολαβοῦσα συνῴκισεν Ἀντωνίῳ, τὴν δὲ Καίσαρος Ἀγρίππας ἔγημεν. ἀπολειπομένων δὲ τῶν Ἀντωνίου καὶ Ὀκταουίας δυεῖν θυγατέρων τὴν μὲν Δομίτιος Ἀηνόβαρβος ἔλαβε, τὴν δὲ σωφροσύνῃ καὶ κάλλει περιβόητον Ἀντωνίαν Δροῦσος, Λιβίας υἱός, πρόγονος δὲ Καίσαρος. ἐκ τούτων ἐγένετο Γερμανικὸς καὶ Κλαύδιος: [4] ὧν Κλαύδιος μὲν ὕστερον ἦρξε, τῶν δὲ Γερμανικοῦ παίδων Γάϊος μὲν ἄρξας ἐπιφανῶς οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰ τέκνου καὶ γυναικός, Ἀγριππίνα δὲ υἱὸν ἐξ Ἀηνοβάρβου Λεύκιον Δομίτιον ἔχουσα Κλαυδίῳ Καίσαρι συνῴκησε. καὶ θέμενος τὸν υἱὸν αὐτῆς Κλαύδιος Νέρωνα Γερμανικὸν προσωνόμασεν. οὗτος ἄρξας ἐφ᾽ ἡμῶν ἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτος ἀπὸ Ἀντωνίου κατ᾽ ἀριθμὸν διαδοχῆς γενόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: