previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] Καῖσαρ μὲν καὶ Ἀντώνιος ἐς φιλίαν ἀπ᾽ ἔχθρας συνῄεσαν ἀμφὶ Μουτίνην πόλιν, ἐς νησῖδα τοῦ Λαβινίου ποταμοῦ βραχεῖάν τε καὶ ὑπτίαν, ἔχων ἑκάτερος ὁπλιτῶν τέλη πέντε: καὶ τάδε ἀλλήλοις ἀντικαθιστάντες ἐχώρουν σὺν τριακοσίοις ἑκάτερος ἐπὶ τὰς τοῦ ποταμοῦ γεφύρας. Λέπιδος δ᾽ αὐτὸς προελθὼν διηρεύνα τὴν νῆσον καὶ τῇ χλαμύδι κατέσειεν ἥκειν ἑκάτερον. οἱ δὲ ἐπὶ τῶν γεφυρῶν τοὺς τριακοσίους μετὰ τῶν φίλων ἀπολιπόντες ἐς τὸ μέσον ᾔεσαν ἐν περιόπτῳ, καὶ συνήδρευον οἱ τρεῖς, Καίσαρος ἐν μέσῳ διὰ τὴν ἀρχὴν προκαθίσαντος. δύο δὲ ἡμέραις ἕωθεν ἐς ἑσπέραν συνιόντες τάδε ἔκριναν: ἀποθέσθαι μὲν τὴν ὕπατον ἀρχὴν Καίσαρα καὶ Οὐεντίδιον αὐτὴν ἐς τὸ λοιπὸν τοῦ ἔτους μεταλαβεῖν, καινὴν δὲ ἀρχὴν ἐς διόρθωσιν τῶν ἐμφυλίων νομοθετηθῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ καὶ Καίσαρι, ἣν ἐπὶ πενταετὲς αὐτοὺς ἄρχειν, ἴσον ἰσχύουσαν ὑπάτοις: ὧδε γὰρ ἔδοξεν ἀντὶ δικτατόρων ὀνομάσαι, διὰ τὸ δόγμα ἴσως τὸ Ἀντωνίου κωλῦον ἔτι γίγνεσθαι δικτάτορα. τοὺς δὲ ἀποφῆναι μὲν αὐτίκα τῆς πόλεως ἄρχοντας ἐς τὰ ἐτήσια ἐπὶ τὴν πενταετίαν, τὰς δὲ ἡγεμονίας τῶν ἐθνῶν νειμαμένους, ἔχειν Ἀντώνιον μὲν τὴν Κελτικὴν ἅπασαν ἄνευ τῆς συναφοῦς τοῖς Πυρηναίοις ὄρεσιν, ἣν παλαιὰν ἐκάλουν Κελτικήν: ταύτης δὲ Λέπιδον ἄρχειν καὶ Ἰβηρίας ἐπὶ ταύτῃ: Καίσαρι δὲ εἶναι Λιβύην καὶ Σαρδὼ καὶ Σικελίαν καὶ εἴ τις ἄλλη νῆσος ἐνταῦθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), TRE´SVIRI
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: