previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[32] ἐκφανείσης δὲ παρ᾽ αὐτὰ τῆς ἐπιβουλῆς Λεύκιος οὐ θαρρῶν ἀμφοτέροις ἑκατέρωθεν οὖσιν ἐς χεῖρας ἰέναι ἐς Περνσίαν παρῆλθεν, ἐχυρὰν πόλιν, καὶ παρ᾽ αὐτὴν ἐστρατοπέδευσε, τοὺς περὶ τὸν Οὐεντίδιον περιμένων. ὁμοῦ δ᾽ αὐτόν τε καὶ τὴν Περυσίαν Ἀγρίππας καὶ Σαλουιδιηνὸς καὶ Καῖσαρ ἐπελθὼν τρισὶ στρατοπέδοις ἐκυκλώσαντο: καὶ τὸν ἄλλον στρατὸν Καῖσαρ ἐκάλει πανταχόθεν κατὰ σπουδὴν ὡς ἐπὶ τοῦτο δὴ κεφάλαιον τοῦ πολέμου, ἐν Λεύκιον εἶχε περιειλημμένον. προύπεμπε δὲ καὶ ἑτέρους, ἐμποδὼν εἶναι τοῖς ἀμφὶ τὸν Οὐεντίδιον ἐπιοῦσιν. οἱ δὲ καὶ αὐτοὶ διὰ σφῶν ὤκνουν ἐπείγεσθαι, τόν τε πόλεμον ἀποδοκιμάζοντες ὅλως καὶ τὴν Ἀντωνίου γνώμην οὐκ ἐπιστάμενοι καὶ τὴν ἡγεμονίαν τῆς στρατιᾶς οὐ παριέντες ἀλλήλοις κατ᾽ ἀξίωσιν οὐδέτερος. δὲ Λεύκιος οὔτ᾽ ἐς μάχην ᾔει τοῖς περικαθημένοις, ἀμείνοσι καὶ πλέοσιν οὖσι καὶ γεγυμνασμένοις, νεοστράτευτον ἔχων τὸ πλέον, οὔτε ἐς ὁδοιπορίαν, ἐνοχλησόντων αὐτὸν ὁμοῦ τοσῶνδε. Μάνιον δὲ ἐς τὸν Οὐεντίδιον καὶ Ἀσίνιον ἔπεμπεν, ἐπείγειν αὐτοὺς βοηθεῖν πολιορκουμένῳ Λευκίῳ, καὶ Τισιηνὸν μετὰ τετρακισχιλίων ἱππέων, λεηλατεῖν τὰ Καίσαρος, ἵνα ἀνασταίη. αὐτὸς δὲ παρῆλθεν ἐς τὴν Περυσίαν ὡς ἐν ὀχυρᾷ πόλει χειμάσων, εἰ δέοι, μέχρι τοὺς περὶ τὸν Οὐεντίδιον ἀφικέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: